Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

2 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ ⸀μαρτύριον τοῦ θεοῦ.
2,1 μαρτύριον Treg NIV RP ] μυστήριον WH NA
οὐ γὰρ ἔκρινά ⸂τι εἰδέναι⸃ ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον·
2,2 τι εἰδέναι WH Treg NIV ] τοῦ εἰδέναι τι RP
3 κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν ⸂πειθοῖ σοφίας⸃ ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,
2,4 πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NIV; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP
5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
ἀλλὰ λαλοῦμεν ⸂θεοῦ σοφίαν⸃ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
2,7 θεοῦ σοφίαν WH Treg NIV ] σοφίαν θεοῦ RP
8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν·
ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ⸀ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
2,9 ὅσα WH Treg ] ἃ NIV RP
ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψεν ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.
2,10 γὰρ WH ] δὲ Treg NIV RP • ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP • πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
2,11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP
12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·
ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς ⸀πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
2,13 πνεύματος WH Treg NIV ] + ἁγίου RP
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται·
ὁ δὲ πνευματικὸς ἀνακρίνει ⸀τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
2,15 τὰ NIV ] μὲν WH Treg RP
16 τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

Note nel testo

2,1 μαρτύριον Treg NIV RP ] μυστήριον WH NA
2,2 τι εἰδέναι WH Treg NIV ] τοῦ εἰδέναι τι RP
2,4 πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NIV; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP
2,7 θεοῦ σοφίαν WH Treg NIV ] σοφίαν θεοῦ RP
2,9 ὅσα WH Treg ] ἃ NIV RP
2,10 γὰρ WH ] δὲ Treg NIV RP • ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP • πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
2,11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP
2,13 πνεύματος WH Treg NIV ] + ἁγίου RP
2,15 τὰ NIV ] μὲν WH Treg RP