Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

16 1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
16,2 σαββάτου WH Treg NIV ] σαββάτων RP • ἐὰν WH Treg NIV ] ἂν RP
ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
16,3 ἐὰν WH NIV RP ] ἂν Treg
ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
16,4 ἄξιον ᾖ WH Treg NIV ] ᾖ ἄξιον RP
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι,
πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
16,6 παραμενῶ Treg NIV RP ] καταμενῶ WH • καὶ Treg NIV RP ] - WH
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ.
16,7 γὰρ WH Treg NIV ] δὲ RP • ἐπιτρέψῃ WH Treg NIV ] ἐπιτρέπῃ RP
⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
16,8 ἐπιμενῶ Treg NIV RP ] ἐπιμένω WH
9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ·
16,10 κἀγώ NIV Treg RP ] ἐγώ WH
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
16,11 με WH NIV RP ] ἐμέ Treg
12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
16,17 ὑμέτερον WH Treg NIV ] ὑμῶν RP
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
16,19 ἀσπάζεται WH NIV ] ἀσπάζονται Treg RP • Πρίσκα WH Treg NIV ] Πρίσκιλλα RP
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃.
16,22 κύριον WH Treg NIV ] + Ἰησοῦν Χριστόν RP • Μαράνα θά NIV] Μαρὰν ἀθά WH Treg RP
ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.
16,23 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.
16,24 Ἰησοῦ WH Treg NIV ] + Ἀμήν RP

Note nel testo

16,2 σαββάτου WH Treg NIV ] σαββάτων RP • ἐὰν WH Treg NIV ] ἂν RP
16,3 ἐὰν WH NIV RP ] ἂν Treg
16,4 ἄξιον ᾖ WH Treg NIV ] ᾖ ἄξιον RP
16,6 παραμενῶ Treg NIV RP ] καταμενῶ WH • καὶ Treg NIV RP ] - WH
16,7 γὰρ WH Treg NIV ] δὲ RP • ἐπιτρέψῃ WH Treg NIV ] ἐπιτρέπῃ RP
16,8 ἐπιμενῶ Treg NIV RP ] ἐπιμένω WH
16,10 κἀγώ NIV Treg RP ] ἐγώ WH
16,11 με WH NIV RP ] ἐμέ Treg
16,17 ὑμέτερον WH Treg NIV ] ὑμῶν RP
16,19 ἀσπάζεται WH NIV ] ἀσπάζονται Treg RP • Πρίσκα WH Treg NIV ] Πρίσκιλλα RP
16,22 κύριον WH Treg NIV ] + Ἰησοῦν Χριστόν RP • Μαράνα θά NIV] Μαρὰν ἀθά WH Treg RP
16,23 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
16,24 Ἰησοῦ WH Treg NIV ] + Ἀμήν RP