Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

11 1 μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Ἐπαινῶ δὲ ⸀ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
11,2 ὑμᾶς WH Treg NIV ] + ἀδελφοί RP
θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦ Χριστοῦ ὁ θεός.
11,3 τοῦ WH Treg NIV ] - RP
4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ·
πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ⸀αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
11,5 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸀ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
11,7 ἡ WH Treg NIV ] - RP
8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς⸃ ἐν κυρίῳ·
11,11 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NIV ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP
12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
13 ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
⸀οὐδὲ ⸂ἡ φύσις αὐτὴ⸃ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν,
11,14 οὐδὲ WH Treg NIV] ἢ οὐδὲ RP • ἡ φύσις αὐτὴ WH Treg NIV ] αὐτὴ ἡ φύσις RP
γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου ⸀δέδοται.
11,15 δέδοται RP ] + αὐτῇ WH Treg NIV
16 εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ⸃ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
11,17 παραγγέλλων οὐκ ἐπαινῶ WH NIV RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸀καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
11,19 καὶ WH Treg NIV ] - RP
20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν,
21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖν⸃; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
11,22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετο ἔλαβεν ἄρτον
11,23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
11,24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP • ὑμῶν WH Treg NIV ] + κλώμενον RP
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
11,25 ἐὰν WH Treg NIV ] ἂν RP
ὁσάκις γὰρ ⸀ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗ ἔλθῃ.
11,26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
11,27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα.
11,29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
11,31 δὲ WH Treg NIV ] γὰρ RP
κρινόμενοι δὲ ⸀ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
11,32 ὑπὸ RP ] + τοῦ WH Treg NIV
33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε.
⸀εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
11,34 εἴ WH Treg NIV ] + δέ RP

Note nel testo

11,2 ὑμᾶς WH Treg NIV ] + ἀδελφοί RP
11,3 τοῦ WH Treg NIV ] - RP
11,5 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
11,7 ἡ WH Treg NIV ] - RP
11,11 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NIV ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP
11,14 οὐδὲ WH Treg NIV] ἢ οὐδὲ RP • ἡ φύσις αὐτὴ WH Treg NIV ] αὐτὴ ἡ φύσις RP
11,15 δέδοται RP ] + αὐτῇ WH Treg NIV
11,17 παραγγέλλων οὐκ ἐπαινῶ WH NIV RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
11,19 καὶ WH Treg NIV ] - RP
11,22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
11,23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
11,24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP • ὑμῶν WH Treg NIV ] + κλώμενον RP
11,25 ἐὰν WH Treg NIV ] ἂν RP
11,26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
11,27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
11,29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
11,31 δὲ WH Treg NIV ] γὰρ RP
11,32 ὑπὸ RP ] + τοῦ WH Treg NIV
11,34 εἴ WH Treg NIV ] + δέ RP