Tobia S (Codice Sinaitico)
AT greco Torna al libro
AT ebraico
AT greco
7
7,1καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα λέγει αὐτῷ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι καὶ εἶπεν αὐτοῖς χαίρετε πολλά ἀδελφοί καὶ καλῶς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ
AT greco
7,10καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον
AT greco
7,12καὶ εἶπεν Τωβιας οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι ποιῶ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ’ ὑμᾶς ἔλεος καὶ εἰρήνην
AT greco
7,13καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην