Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 43

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 43 43,1γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης
AT greco 43,2ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου
AT greco 43,3ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται
AT greco 43,4κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς
AT greco 43,5μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν
AT greco 43,6καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος
AT greco 43,7ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας
AT greco 43,8μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων
AT greco 43,9κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου
AT greco 43,10ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν
AT greco 43,11ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ
AT greco 43,12ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό
AT greco 43,13προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ
AT greco 43,14διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά
AT greco 43,15ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης
AT greco 43,16καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος
AT greco 43,17φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος
AT greco 43,18ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία
AT greco 43,19καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα
AT greco 43,20ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ’ ὕδατος ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ
AT greco 43,21καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ
AT greco 43,22ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει
AT greco 43,23λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους
AT greco 43,24οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν
AT greco 43,25καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζῴου κτίσις κητῶν
AT greco 43,26δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα
AT greco 43,27πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός
AT greco 43,28δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ
AT greco 43,29φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ
AT greco 43,30δοξάζοντες κύριον ὑψώσατε καθ’ ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπιᾶτε οὐ γὰρ μὴ ἀφίκησθε
AT greco 43,31τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν
AT greco 43,32πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ
AT greco 43,33πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν