Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 27

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 27 27,1χάριν διαφόρου πολλοὶ ἥμαρτον καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν
AT greco 27,2ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία
AT greco 27,3ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος
AT greco 27,4ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ
AT greco 27,5σκεύη κεραμέως δοκιμάζει κάμινος καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ
AT greco 27,6γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου
AT greco 27,7πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα οὗτος γὰρ πειρασμὸς ἀνθρώπων
AT greco 27,8ἐὰν διώκῃς τὸ δίκαιον καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης
AT greco 27,9πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει
AT greco 27,10λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα
AT greco 27,11διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται
AT greco 27,12εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε
AT greco 27,13διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας
AT greco 27,14λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων
AT greco 27,15ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά
AT greco 27,16ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ
AT greco 27,17στέρξον φίλον καὶ πιστώθητι μετ’ αὐτοῦ ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ
AT greco 27,18καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον
AT greco 27,19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν
AT greco 27,20μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος
AT greco 27,21ὅτι τραῦμα ἔστιν καταδῆσαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν
AT greco 27,22διανεύων ὀφθαλμῷ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ’ αὐτοῦ
AT greco 27,23ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον
AT greco 27,24πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ καὶ ὁ κύριος μισήσει αὐτόν
AT greco 27,25ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει καὶ πληγὴ δολία διελεῖ τραύματα
AT greco 27,26ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται
AT greco 27,27ὁ ποιῶν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ
AT greco 27,28ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν
AT greco 27,29παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν
AT greco 27,30μῆνις καὶ ὀργή καὶ ταῦτά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν