Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 15

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 15 15,1ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν
AT greco 15,2καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν
AT greco 15,3ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν
AT greco 15,4στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ
AT greco 15,5καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ
AT greco 15,6εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει
AT greco 15,7οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν
AT greco 15,8μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς
AT greco 15,9οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη
AT greco 15,10ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ κύριος εὐοδώσει αὐτόν
AT greco 15,11μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει
AT greco 15,12μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ
AT greco 15,13πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν
AT greco 15,14αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ
AT greco 15,15ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας
AT greco 15,16παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου
AT greco 15,17ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ
AT greco 15,18ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα
AT greco 15,19καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου
AT greco 15,20οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν