Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

Siracide


1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν2 καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων,3 ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας,4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,5 ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι6 καὶ λέγοντας καὶ γράφοντας,7 ὁ πάππος μου ᾿Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς8 εἴς τε τὴν τοῦ νόμου9 καὶ τῶν προφητῶν10 καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος12 προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων,13 ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι14 πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως.15 Παρακέκλησθε οὖν16 μετ᾽ εὐνοίας καὶ προσοχῆς17 τὴν ἀνάγνωσιν ποιεῖσθαι18 καὶ συγγνώμην ἔχειν19 ἐφ᾽ οἷς ἂν δοκῶμεν20 τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·21 οὐ γὰρ ἰσοδυναμεῖ22 αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν·23 οὐ μόνον δὲ ταῦτα,24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι25 καὶ τὰ λοιπὰ τῶν βιβλίων26 οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα.27 Εν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Eὐεργέτου βασιλέως28 παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας29 εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος32 ἐν τῷ διαστήματι τοῦ χρόνου33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι34 καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν35 προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν.