Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 75 75,1 gr. psalm 75 (heb. 76) εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Ασαφ ᾠδὴ πρὸς τὸν Ἀσσύριον
AT greco 75,2 γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ
AT greco 75,3 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων
AT greco 75,4 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα
AT greco 75,5 φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων
AT greco 75,6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν
AT greco 75,7 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
AT greco 75,8 σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου
AT greco 75,9 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν
AT greco 75,10 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα
AT greco 75,11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι
AT greco 75,12 εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
AT greco 75,13 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς