Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 37 37,1 gr. psalm 37 (heb. 38) ψαλμὸς τῷ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου
AT greco 37,2 κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
AT greco 37,3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
AT greco 37,4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
AT greco 37,5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ
AT greco 37,6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
AT greco 37,7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
AT greco 37,8 ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
AT greco 37,9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
AT greco 37,10 κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη
AT greco 37,11 ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ
AT greco 37,12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
AT greco 37,13 καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
AT greco 37,14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
AT greco 37,15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς
AT greco 37,16 ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούσῃ κύριε ὁ θεός μου
AT greco 37,17 ὅτι εἶπα μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν
AT greco 37,18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός
AT greco 37,19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
AT greco 37,20 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
AT greco 37,21 οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
AT greco 37,22 μὴ ἐγκαταλίπῃς με κύριε ὁ θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
AT greco 37,23 πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου