Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

Salmi di Salomone

AT greco Torna al libro

Interconfessionale

AT greco 15 15,1ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα κυρίου εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ιακωβ καὶ ἐσώθην ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ ὁ θεός
AT greco 15,2τίς γὰρ ἰσχύει ὁ θεός εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
AT greco 15,3ψαλμὸν καινὸν μετὰ ᾠδῆς ἐν εὐφροσύνῃ καρδίας καρπὸν χειλέων ἐν ὀργάνῳ ἡρμοσμένῳ γλώσσης ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας
AT greco 15,4ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ
AT greco 15,5ὅταν ἐξέλθῃ ἐπὶ ἁμαρτωλοὺς ἀπὸ προσώπου κυρίου ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν
AT greco 15,6ὅτι τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν
AT greco 15,7λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων
AT greco 15,8καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου
AT greco 15,9ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν
AT greco 15,10καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω
AT greco 15,11ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν
AT greco 15,12καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρᾳ κρίσεως κυρίου εἰς τὸν αἰῶνα ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτοῦ
AT greco 15,13οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον