Genesi
AT greco Torna al libro
CEI 2008 Vai al libro
AT greco
36,2
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου
AT greco
36,6
ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ
AT greco
36,7
ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν
CEI 2008
Così Esaù si stabilì sulle montagne di Seir. Esaù è Edom.
36,8 Esaù è Edom: Esaù è progenitore degli Edomiti che occupano la regione di Seir (al sud). In opposizione, si ricorda invece alla fine che Giacobbe vive in Canaan (37,1).
AT greco
36,17
καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
AT greco
36,24
καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ
AT greco
36,39
ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ
AT greco
36,40
ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ
AT greco
36,43
ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Ησαυ πατὴρ Εδωμ