Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Geremia - 47

Geremia

AT greco Torna al libro

Nova Vulgata

AT greco 47 47,1gr. jeremiah 47 (heb. 40)
ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ιουδα τῶν ἠγμένων εἰς Βαβυλῶνα
Nova Vulgata Ier47,1Quod factum est verbum Domini ad Ieremiam prophetam contra Philisthim, antequam percuteret pharao Gazam.
AT greco 47,2καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον
Nova Vulgata
Ier47,2Haec dicit Dominus:
«Ecce, aquae ascendunt ab aquilone
et erunt quasi torrens inundans
et operient terram et plenitudinem eius,
urbem et habitatores eius.
Clamabunt homines,
et ululabunt omnes habitatores terrae
AT greco 47,3καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς
Nova Vulgata
Ier47,3a strepitu ungularum fortium equorum eius,
a commotione quadrigarum eius
et tumultu rotarum illius;
non respexerunt patres filios, manibus dissolutis,
AT greco 47,4ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα ἧκε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ
Nova Vulgata
Ier47,4pro adventu diei, in quo vastabuntur omnes Philisthim,
et dissipabitur Tyro et Sidoni omnis superstes auxiliator:
depopulatus est enim Dominus Philisthim,
reliquias insulae Caphtor.
AT greco 47,5εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ιουδα καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ιουδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι πορεύου καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν
Nova Vulgata
IerVenit calvitium super Gazam,
conticuit Ascalon;
reliquiae Enacim,
usquequo incidetis vos?
5 Enacim – Lege cum Gr (cfr. Ios 11,22) ‛ănāqîm; TM «vallis eorum»
AT greco 47,6καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ
Nova Vulgata
Ier47,6O mucro Domini,
usquequo non quiesces?
Ingredere in vaginam tuam,
refrigerare et sile.
AT greco 47,7καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα
Nova Vulgata
IerQuomodo quiescet,
cum Dominus praeceperit ei adversus Ascalonem
et adversus maritimas regiones
ibique condixerit illi?».
7 Quiescet – Lege cum Syr, Gr et Vg tišqōṭ; TM «quiesce»
AT greco 47,8καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ωφε τοῦ Νετωφατι καὶ Ιεζονιας υἱὸς τοῦ Μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν
AT greco 47,9καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ βέλτιον ἔσται ὑμῖν
AT greco 47,10καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε
AT greco 47,11καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ
AT greco 47,12καὶ ἦλθον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον
AT greco 47,13καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφα
AT greco 47,14καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας
AT greco 47,15καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα
AT greco 47,16καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ