Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Geremia - 28

Geremia

AT greco Torna al libro

CEI 2008

AT greco 28 28,1gr. jeremiah 28 (heb. 51)
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
CEI 2008 Ger In quell'anno, all'inizio del regno di Sedecìa, re di Giuda, nell'anno quarto, nel quinto mese, Anania, figlio di Azzur, il profeta di Gàbaon, mi riferì nel tempio del Signore sotto gli occhi dei sacerdoti e di tutto il popolo:
28,1-17 Geremia disputa con Anania
In quell’anno: nel 593. Vedi 27,1 e nota.
AT greco 28,2καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς
CEI 2008 Ger28,2"Così dice il Signore degli eserciti, Dio d'Israele: Io romperò il giogo del re di Babilonia!
AT greco 28,3ἐπ’ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς
CEI 2008 Ger28,3Entro due anni farò ritornare in questo luogo tutti gli arredi del tempio del Signore che Nabucodònosor, re di Babilonia, prese da questo luogo e portò in Babilonia.
AT greco 28,4καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς
CEI 2008 Ger28,4Farò ritornare in questo luogo - oracolo del Signore - Ieconia, figlio di Ioiakìm, re di Giuda, con tutti i deportati di Giuda che andarono a Babilonia, poiché romperò il giogo del re di Babilonia".
AT greco 28,5διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ
CEI 2008 Ger28,5Il profeta Geremia rispose al profeta Anania, sotto gli occhi dei sacerdoti e di tutto il popolo, che stavano nel tempio del Signore.
AT greco 28,6φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ
CEI 2008 Ger28,6Il profeta Geremia disse: "Così sia! Così faccia il Signore! Voglia il Signore realizzare le cose che hai profetizzato, facendo ritornare gli arredi nel tempio e da Babilonia tutti i deportati.
AT greco 28,7ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν
CEI 2008 Ger28,7Tuttavia ascolta ora la parola che sto per dire a te e a tutto il popolo.
AT greco 28,8καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται
CEI 2008 Ger28,8I profeti che furono prima di me e di te dai tempi antichissimi profetizzarono guerra, fame e peste contro molti paesi e regni potenti.
AT greco 28,9ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων
CEI 2008 Ger28,9Il profeta invece che profetizza la pace sarà riconosciuto come profeta mandato veramente dal Signore soltanto quando la sua parola si realizzerà".
AT greco 28,10ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν
CEI 2008 Ger28,10Allora il profeta Anania strappò il giogo dal collo del profeta Geremia, lo ruppe
AT greco 28,11παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν
CEI 2008 Ger28,11e disse a tutto il popolo: "Così dice il Signore: A questo modo io romperò il giogo di Nabucodònosor, re di Babilonia, entro due anni, sul collo di tutte le nazioni". Il profeta Geremia se ne andò per la sua strada.
AT greco 28,12ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα
CEI 2008 Ger28,12Dopo che il profeta Anania ebbe rotto il giogo che il profeta Geremia portava sul collo, fu rivolta a Geremia questa parola del Signore:
AT greco 28,13κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου
CEI 2008 Ger28,13"Va' e riferisci ad Anania: Così dice il Signore: Tu hai rotto un giogo di legno, ma io, al suo posto, ne farò uno di ferro.
AT greco 28,14ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
CEI 2008 Ger28,14Infatti, dice il Signore degli eserciti, Dio d'Israele: Pongo un giogo di ferro sul collo di tutte queste nazioni perché siano soggette a Nabucodònosor, re di Babilonia, e lo servano; persino le bestie selvatiche gli consegno".
AT greco 28,15ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν
CEI 2008 Ger28,15Allora il profeta Geremia disse al profeta Anania: "Ascolta, Anania! Il Signore non ti ha mandato e tu induci questo popolo a confidare nella menzogna;
AT greco 28,16εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ
CEI 2008 Ger28,16perciò dice il Signore: Ecco, ti faccio sparire dalla faccia della terra; quest'anno tu morirai, perché hai predicato la ribellione al Signore".
AT greco 28,17ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς
CEI 2008 Ger28,17In quello stesso anno, nel settimo mese, il profeta Anania morì.


AT greco 28,18μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται
AT greco 28,19οὐ τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ
AT greco 28,20διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς
AT greco 28,21καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν
AT greco 28,22καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα
AT greco 28,23καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
AT greco 28,24καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ’ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος
AT greco 28,25ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
AT greco 28,26καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος
AT greco 28,27ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις Αραρατ παρ’ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος
AT greco 28,28ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ
AT greco 28,29ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν
AT greco 28,30ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν καθήσονται ἐκεῖ ἐν περιοχῇ ἐθραύσθη ἡ δυναστεία αὐτῶν ἐγενήθησαν ὡσεὶ γυναῖκες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς
AT greco 28,31διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ
AT greco 28,32ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται
AT greco 28,33διότι τάδε λέγει κύριος οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς
AT greco 28,34κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με
AT greco 28,35οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα ἐρεῖ κατοικοῦσα Σιων καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐρεῖ Ιερουσαλημ
AT greco 28,36διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς
AT greco 28,37καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
AT greco 28,38ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
AT greco 28,39ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος
AT greco 28,40καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων
AT greco 28,41πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν
AT greco 28,42ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς καὶ κατεκαλύφθη
AT greco 28,43ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου
AT greco 28,44καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
AT greco 28,45
AT greco 28,46
AT greco 28,47
AT greco 28,48
AT greco 28,49καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς
AT greco 28,50ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν
AT greco 28,51ᾐσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν εἰς οἶκον κυρίου
AT greco 28,52διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι
AT greco 28,53ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς παρ’ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
AT greco 28,54φωνὴ κραυγῆς ἐν Βαβυλῶνι καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
AT greco 28,55ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ’ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς
AT greco 28,56ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν
AT greco 28,57καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτῷ
AT greco 28,58τάδε λέγει κύριος τεῖχος Βαβυλῶνος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν
AT greco 28,59ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ καὶ Σαραιας ἄρχων δώρων
AT greco 28,60καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα
AT greco 28,61καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθῃς εἰς Βαβυλῶνα καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους
AT greco 28,62καὶ ἐρεῖς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται
AT greco 28,63καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο καὶ ἐπιδήσεις ἐπ’ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου
AT greco 28,64καὶ ἐρεῖς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτήν