Genesi
AT greco Torna al libro
CEI 2008 Vai al libro
AT greco 30
30,1
ἰδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ
AT greco
30,3
εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς
AT greco
30,14
ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ Ραχηλ τῇ Λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
CEI 2008
Al tempo della mietitura del grano, Ruben uscì e trovò delle mandragore, che portò alla madre Lia. Rachele disse a Lia: "Dammi un po' delle mandragore di tuo figlio".
30,14 Le mandragore, erbe velenose, erano ritenute un rimedio contro la sterilità. A Rachele non serviranno: sarà Dio a renderla feconda (v. 22).
AT greco
30,15
εἶπεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
AT greco
30,16
εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην
AT greco
30,20
καὶ εἶπεν Λεια δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων
CEI 2008
E lo chiamò Giuseppe, dicendo: "Il Signore mi aggiunga un altro figlio!".
AT greco
30,30
μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον
AT greco
30,31
καὶ εἶπεν αὐτῷ Λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω
AT greco
30,32
παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός
AT greco
30,33
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ’ ἐμοί
AT greco
30,35
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ
AT greco
30,37
ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον
CEI 2008
Ma Giacobbe prese rami freschi di pioppo, di mandorlo e di platano, ne intagliò la corteccia a strisce bianche, mettendo a nudo il bianco dei rami.
AT greco
30,38
καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν
AT greco
30,40
τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν
AT greco
30,41
ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους