Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23

2 Esdra (Esdra e Neemia)

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 17 17,1 καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
AT greco 17,2 καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
AT greco 17,3 καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
AT greco 17,4 καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
AT greco 17,5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
AT greco 17,6 καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
AT greco 17,7 μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
AT greco 17,8 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
AT greco 17,9 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
AT greco 17,10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
AT greco 17,11 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
AT greco 17,12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
AT greco 17,13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
AT greco 17,15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
AT greco 17,16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
AT greco 17,17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
AT greco 17,18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
AT greco 17,19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
AT greco 17,20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
AT greco 17,21 υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
AT greco 17,22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
AT greco 17,23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
AT greco 17,24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα
AT greco 17,25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
AT greco 17,26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
AT greco 17,27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
AT greco 17,28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
AT greco 17,29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
AT greco 17,30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
AT greco 17,31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
AT greco 17,32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
AT greco 17,33 ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
AT greco 17,34 ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
AT greco 17,35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
AT greco 17,36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
AT greco 17,38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
AT greco 17,39 οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
AT greco 17,40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
AT greco 17,41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
AT greco 17,42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
AT greco 17,43 οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
AT greco 17,44 οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
AT greco 17,45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
AT greco 17,46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
AT greco 17,47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
AT greco 17,48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
AT greco 17,49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
AT greco 17,50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
AT greco 17,51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
AT greco 17,52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
AT greco 17,53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
AT greco 17,54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
AT greco 17,55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
AT greco 17,56 υἱοὶ Νισια υἱοὶ Ατιφα
AT greco 17,57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
AT greco 17,58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
AT greco 17,59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
AT greco 17,60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
AT greco 17,61 καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
AT greco 17,62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
AT greco 17,63 καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
AT greco 17,64 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
AT greco 17,65 καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
AT greco 17,66 καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
AT greco 17,67 πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
AT greco 17,69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
AT greco 17,70 καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
AT greco 17,71 καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
AT greco 17,72 καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
AT greco 17,73 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν