Giudici A (Codice Alessandrino)
AT greco Torna al libro
AT ebraico Vai al libro
AT greco 16
16,1
καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν
AT greco
16,2
καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ἐνταῦθα καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν
AT greco
16,3
καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ
AT greco
16,5
καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
AT greco
16,8
καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς
AT greco
16,9
καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν πρὸς αὐτόν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέρρηξεν τὰς νευράς ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
AT greco
16,10
καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ
AT greco
16,11
καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς ἐν οἷς οὐκ ἐγενήθη ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
AT greco
16,12
καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα
AT greco
16,13
καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἕως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων
AT greco
16,14
καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
AT greco
16,16
καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον
AT greco
16,17
καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου καὶ ἐὰν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους
AT greco
16,18
καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε τὸ ἅπαξ ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν
AT greco
16,19
καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐκάλεσεν τὸν κουρέα καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινοῦσθαι καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ
AT greco
16,21
καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς
AT greco
16,23
καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν