Tobia S (Codice Sinaitico)
AT greco Torna al libro
CEI 2008 Vai al libro
AT greco
2,2
καὶ παρετέθη μοι ἡ τράπεζα καὶ παρετέθη μοι ὀψάρια πλείονα καὶ εἶπα τῷ Τωβια τῷ υἱῷ μου παιδίον βάδιζε καὶ ὃν ἂν εὕρῃς πτωχὸν τῶν ἀδελφῶν ἡμῶν ἐκ Νινευητῶν αἰχμαλώτων ὃς μέμνηται ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινῶς μετ’ ἐμοῦ καὶ ἰδὲ προσμενῶ σε παιδίον μέχρι τοῦ σε ἐλθεῖν
AT greco
2,10
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαΐδα