Esodo
AT greco Torna al libro
CEI 2008 Vai al libro
AT greco 27
27,1
καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος τετράγωνον ἔσται τὸ θυσιαστήριον καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ
CEI 2008
Farai l'altare di legno di acacia: avrà cinque cubiti di lunghezza e cinque cubiti di larghezza. L'altare sarà quadrato e avrà l'altezza di tre cubiti.
27,1-8 All’esterno della Dimora c’è l’altare dei sacrifici, anch’esso di acacia rivestita e quindi mobile. Sulla piattaforma dell’altare, ai quattro angoli, vi sono quattro corni (v. 2). Aspersi col sangue, partecipano allo stesso potere del sacrificio.
AT greco
27,3
καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ
AT greco
27,9
καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης μῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει
AT greco
27,11
οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχῶν μῆκος καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ
AT greco
27,16
καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα εἴκοσι πηχῶν τὸ ὕψος ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες
AT greco
27,18
τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ’ ἑκατόν καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα καὶ ὕψος πέντε πηχῶν ἐκ βύσσου κεκλωσμένης καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ
AT greco
27,20
καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι ἵνα κάηται λύχνος διὰ παντός
AT greco
27,21
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ