Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 50 50,1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσεν ναόν
AT greco 50,2 καὶ ὑπ’ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ
AT greco 50,3 ἐν ἡμέραις αὐτοῦ ἐλατομήθη ἀποδοχεῖον ὑδάτων λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον
AT greco 50,4 ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει
AT greco 50,5 ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ ἐν ἐξόδῳ οἴκου καταπετάσματος
AT greco 50,6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν ὡς σελήνη πλήρης ἐν ἡμέραις
AT greco 50,7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης
AT greco 50,8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ’ ἐξόδῳ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους
AT greco 50,9 ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ
AT greco 50,10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις
AT greco 50,11 ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος
AT greco 50,12 ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων καὶ αὐτὸς ἑστὼς παρ’ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων
AT greco 50,13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ισραηλ
AT greco 50,14 καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος
AT greco 50,15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῳ παμβασιλεῖ
AT greco 50,16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου
AT greco 50,17 τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ
AT greco 50,18 καὶ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν φωναῖς αὐτῶν ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος
AT greco 50,19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος ἕως συντελεσθῇ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν
AT greco 50,20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι
AT greco 50,21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου
AT greco 50,22 καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ’ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ
AT greco 50,23 δῴη ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος
AT greco 50,24 ἐμπιστεύσαι μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς
AT greco 50,25 ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος
AT greco 50,26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικῶν ἐν Σικιμοις
AT greco 50,27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ
AT greco 50,28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται
AT greco 50,29 ἐὰν γὰρ αὐτὰ ποιήσῃ πρὸς πάντα ἰσχύσει ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ