Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 17 17,1 κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν
AT greco 17,2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς
AT greco 17,3 καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς
AT greco 17,4 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν
AT greco 17,5
AT greco 17,6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς
AT greco 17,7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς
AT greco 17,8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ
AT greco 17,9
AT greco 17,10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ
AT greco 17,11 προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς
AT greco 17,12 διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς
AT greco 17,13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν
AT greco 17,14 καὶ εἶπεν αὐτοῖς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον
AT greco 17,15 αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ
AT greco 17,16
AT greco 17,17 ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν
AT greco 17,18
AT greco 17,19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν
AT greco 17,20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου
AT greco 17,21
AT greco 17,22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει
AT greco 17,23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει
AT greco 17,24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν
AT greco 17,25 ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα
AT greco 17,26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα
AT greco 17,27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν
AT greco 17,28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον
AT greco 17,29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν
AT greco 17,30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου
AT greco 17,31 τί φωτεινότερον ἡλίου καὶ τοῦτο ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα
AT greco 17,32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός