Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
BibbiaEDU-logo

Baruc

AT greco Torna al libro

AT ebraico

AT greco 1 1,1καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι
AT greco 1,2ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί
AT greco 1,3καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον
AT greco 1,4καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σουδ
AT greco 1,5καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου
AT greco 1,6καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ
AT greco 1,7καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ’ αὐτοῦ ἐν Ιερουσαλημ
AT greco 1,8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα
AT greco 1,9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα
AT greco 1,10καὶ εἶπαν ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν
AT greco 1,11καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς
AT greco 1,12καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν
AT greco 1,13καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ’ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης
AT greco 1,14καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ
AT greco 1,15καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ
AT greco 1,16καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν
AT greco 1,17ὧν ἡμάρτομεν ἔναντι κυρίου
AT greco 1,18καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
AT greco 1,19ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
AT greco 1,20καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη
AT greco 1,21καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς
AT greco 1,22καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ’ ὀφθαλμοὺς κυρίου θεοῦ ἡμῶν