Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 11

4 Maccabei

AT greco Torna al libro

AT ebraico

AT greco 11 11,1ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν ὁ πέμπτος παρεπήδησεν λέγων
AT greco 11,2οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι
AT greco 11,3αὐτὸς δ’ ἀπ’ ἐμαυτοῦ παρῆλθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν
AT greco 11,4ὦ μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον
AT greco 11,5ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον
AT greco 11,6ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια
AT greco 11,7
AT greco 11,8
AT greco 11,9τοιαῦτα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην
AT greco 11,10ἐφ’ ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ περὶ τροχιαῖον σφῆνα κατέκαμψαν περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο
AT greco 11,11κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος
AT greco 11,12καλάς ἔλεγεν ἄκων ὦ τύραννε χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν
AT greco 11,13τελευτήσαντος δὲ καὶ τούτου ὁ ἕκτος ἤγετο μειρακίσκος ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι ὁ δὲ ἔφη
AT greco 11,14ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος τῇ δὲ διανοίᾳ ἡλικιώτης
AT greco 11,15εἰς ταὐτὰ γὰρ γεννηθέντες καὶ ἀνατραφέντες ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνῄσκειν ὀφείλομεν ὁμοίως
AT greco 11,16ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιαροφαγοῦντα βασάνιζε
AT greco 11,17ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν
AT greco 11,18ἐφ’ οὗ κατατεινόμενος ἐπιμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο
AT greco 11,19καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον
AT greco 11,20ὁ δὲ βασανιζόμενος ὦ ἱεροπρεποῦς ἀγῶνος ἔλεγεν ἐφ’ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν
AT greco 11,21ἀνίκητος γάρ ἐστιν ὦ τύραννε ἡ εὐσεβὴς ἐπιστήμη
AT greco 11,22καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου
AT greco 11,23μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων
AT greco 11,24ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα
AT greco 11,25τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστίν σου
AT greco 11,26τὸ πῦρ σου ψυχρὸν ἡμῖν καὶ ἄπονοι οἱ καταπέλται καὶ ἀδύνατος ἡ βία σου
AT greco 11,27οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν