Giudici
AT ebraico Torna al libro
AT greco
AT ebraico
20
20,1 וַיֵּצְאוּ֮ כָּל־בְּנֵ֣י יִשְׂרָאֵל֒ וַתִּקָּהֵ֨ל הָעֵדָ֜ה כְּאִ֣ישׁ אֶחָ֗ד לְמִדָּן֙ וְעַד־בְּאֵ֣ר שֶׁ֔בַע וְאֶ֖רֶץ הַגִּלְעָ֑ד אֶל־יְהוָ֖ה הַמִּצְפָּֽה׃
AT greco
GdcB20,1καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ τοῦ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα
GdcA20,1καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα
AT ebraico
20,2 וַיִּֽתְיַצְּב֞וּ פִּנּ֣וֹת כָּל־הָעָ֗ם כֹּ֚ל שִׁבְטֵ֣י יִשְׂרָאֵ֔ל בִּקְהַ֖ל עַ֣ם הָאֱלֹהִ֑ים אַרְבַּ֨ע מֵא֥וֹת אֶ֛לֶף אִ֥ישׁ רַגְלִ֖י שֹׁ֥לֵֽף חָֽרֶב׃ פ
AT greco
GdcB20,2καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ισραηλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν
GdcA20,2καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ πᾶσαι αἱ φυλαὶ Ισραηλ ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν
AT ebraico
20,3 וַֽיִּשְׁמְעוּ֙ בְּנֵ֣י בִנְיָמִ֔ן כִּֽי־עָל֥וּ בְנֵֽי־יִשְׂרָאֵ֖ל הַמִּצְפָּ֑ה וַיֹּֽאמְרוּ֙ בְּנֵ֣י יִשְׂרָאֵ֔ל דַּבְּר֕וּ אֵיכָ֥ה נִהְיְתָ֖ה הָרָעָ֥ה הַזֹּֽאת׃
AT greco
GdcB20,3καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη
GdcA20,3καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη
AT ebraico
20,4 וַיַּ֜עַן הָאִ֣ישׁ הַלֵּוִ֗י אִ֛ישׁ הָאִשָּׁ֥ה הַנִּרְצָחָ֖ה וַיֹּאמַ֑ר הַגִּבְעָ֙תָה֙ אֲשֶׁ֣ר לְבִנְיָמִ֔ן בָּ֛אתִי אֲנִ֥י וּפִֽילַגְשִׁ֖י לָלֽוּן׃
AT greco
GdcB20,4καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι
GdcA20,4καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου καταλῦσαι
AT ebraico
20,5 וַיָּקֻ֤מוּ עָלַי֙ בַּעֲלֵ֣י הַגִּבְעָ֔ה וַיָּסֹ֧בּוּ עָלַ֛י אֶת־הַבַּ֖יִת לָ֑יְלָה אוֹתִי֙ דִּמּ֣וּ לַהֲרֹ֔ג וְאֶת־פִּילַגְשִׁ֥י עִנּ֖וּ וַתָּמֹֽת׃
AT greco
GdcB20,5καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν
GdcA20,5καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαα καὶ περιεκύκλωσαν ἐπ’ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν
AT ebraico
20,6 וָֽאֹחֵ֤ז בְּפִֽילַגְשִׁי֙ וָֽאֲנַתְּחֶ֔הָ וָֽאֲשַׁלְּחֶ֔הָ בְּכָל־שְׂדֵ֖ה נַחֲלַ֣ת יִשְׂרָאֵ֑ל כִּ֥י עָשׂ֛וּ זִמָּ֥ה וּנְבָלָ֖ה בְּיִשְׂרָאֵֽל׃
AT greco
GdcB20,6καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ
GdcA20,6καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ισραηλ ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ισραηλ
AT ebraico
20,8 וַיָּ֙קָם֙ כָּל־הָעָ֔ם כְּאִ֥ישׁ אֶחָ֖ד לֵאמֹ֑ר לֹ֤א נֵלֵךְ֙ אִ֣ישׁ לְאָהֳל֔וֹ וְלֹ֥א נָס֖וּר אִ֥ישׁ לְבֵיתֽוֹ׃
AT ebraico
20,10 וְלָקַ֣חְנוּ עֲשָׂרָה֩ אֲנָשִׁ֨ים לַמֵּאָ֜ה לְכֹ֣ל ׀ שִׁבְטֵ֣י יִשְׂרָאֵ֗ל וּמֵאָ֤ה לָאֶ֙לֶף֙ וְאֶ֣לֶף לָרְבָבָ֔ה לָקַ֥חַת צֵדָ֖ה לָעָ֑ם לַעֲשׂ֗וֹת לְבוֹאָם֙ לְגֶ֣בַע בִּנְיָמִ֔ן כְּכָל־הַ֨נְּבָלָ֔ה אֲשֶׁ֥ר עָשָׂ֖ה בְּיִשְׂרָאֵֽל׃
AT greco
GdcB20,10πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν Ισραηλ
GdcA20,10καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαα τοῦ Βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην ἣν ἐποίησαν ἐν Ισραηλ
AT ebraico
20,12 וַֽיִּשְׁלְח֞וּ שִׁבְטֵ֤י יִשְׂרָאֵל֙ אֲנָשִׁ֔ים בְּכָל־שִׁבְטֵ֥י בִנְיָמִ֖ן לֵאמֹ֑ר מָ֚ה הָרָעָ֣ה הַזֹּ֔את אֲשֶׁ֥ר נִהְיְתָ֖ה בָּכֶֽם׃
AT ebraico
20,13 וְעַתָּ֡ה תְּנוּ֩ אֶת־הָאֲנָשִׁ֨ים בְּנֵֽי־בְלִיַּ֜עַל אֲשֶׁ֤ר בַּגִּבְעָה֙ וּנְמִיתֵ֔ם וּנְבַעֲרָ֥ה רָעָ֖ה מִיִּשְׂרָאֵ֑ל וְלֹ֤א אָבוּ֙ בְּנֵ֣יa בִּנְיָמִ֔ן לִשְׁמֹ֕עַ בְּק֖וֹל אֲחֵיהֶ֥ם בְּנֵֽי־יִשְׂרָאֵֽל׃
AT greco
GdcB20,13καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ
GdcA20,13καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ
AT ebraico
20,14 וַיֵּאָסְפ֧וּ בְנֵֽי־בִנְיָמִ֛ן מִן־הֶעָרִ֖ים הַגִּבְעָ֑תָה לָצֵ֥את לַמִּלְחָמָ֖ה עִם־בְּנֵ֥י יִשְׂרָאֵֽל׃
AT ebraico
20,15 וַיִּתְפָּֽקְדוּ֩ בְנֵ֨י בִנְיָמִ֜ן בַּיּ֤וֹם הַהוּא֙ מֵהֶ֣עָרִ֔ים עֶשְׂרִ֨ים וְשִׁשָּׁ֥ה אֶ֛לֶף אִ֖ישׁ שֹׁ֣לֵֽף חָ֑רֶב לְ֠בַד מִיֹּשְׁבֵ֤י הַגִּבְעָה֙ הִתְפָּ֣קְד֔וּ שְׁבַ֥ע מֵא֖וֹת אִ֥ישׁ בָּחֽוּר׃
AT greco
GdcB20,15καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ
GdcA20,15καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
AT ebraico
20,16 מִכֹּ֣ל ׀ הָעָ֣ם הַזֶּ֗ה שְׁבַ֤ע מֵאוֹת֙ אִ֣ישׁ בָּח֔וּר אִטֵּ֖ר יַד־יְמִינ֑וֹ כָּל־זֶ֗ה קֹלֵ֧עַ בָּאֶ֛בֶן אֶל־הַֽשַּׂעֲרָ֖ה וְלֹ֥א יַחֲטִֽא׃ פ
AT ebraico
20,17 וְאִ֨ישׁ יִשְׂרָאֵ֜ל הִתְפָּֽקְד֗וּ לְבַד֙ מִבִּנְיָמִ֔ן אַרְבַּ֨ע מֵא֥וֹת אֶ֛לֶף אִ֖ישׁ שֹׁ֣לֵֽף חָ֑רֶב כָּל־זֶ֖ה אִ֥ישׁ מִלְחָמָֽה׃
AT ebraico
20,18 וַיָּקֻ֜מוּ וַיַּעֲל֣וּ בֵֽית־אֵל֮ וַיִּשְׁאֲל֣וּ בֵאלֹהִים֒ וַיֹּֽאמְרוּ֙ בְּנֵ֣י יִשְׂרָאֵ֔ל מִ֚י יַעֲלֶה־לָּ֣נוּ בַתְּחִלָּ֔ה לַמִּלְחָמָ֖ה עִם־בְּנֵ֣י בִנְיָמִ֑ן וַיֹּ֥אמֶר יְהוָ֖ה יְהוּדָ֥ה בַתְּחִלָּֽה׃
AT greco
GdcB20,18καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος
GdcA20,18καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος
AT ebraico
20,20 וַיֵּצֵא֙ אִ֣ישׁ יִשְׂרָאֵ֔ל לַמִּלְחָמָ֖ה עִם־בִּנְיָמִ֑ן וַיַּעַרְכ֨וּ אִתָּ֧ם אִֽישׁ־יִשְׂרָאֵ֛ל מִלְחָמָ֖ה אֶל־הַגִּבְעָֽה׃
AT ebraico
20,21 וַיֵּצְא֥וּ בְנֵֽי־בִנְיָמִ֖ן מִן־הַגִּבְעָ֑ה וַיַּשְׁחִ֨יתוּ בְיִשְׂרָאֵ֜ל בַּיּ֣וֹם הַה֗וּא שְׁנַ֨יִם וְעֶשְׂרִ֥ים אֶ֛לֶף אִ֖ישׁ אָֽרְצָה׃
AT ebraico
20,22 וַיִּתְחַזֵּ֥ק הָעָ֖ם אִ֣ישׁ יִשְׂרָאֵ֑ל וַיֹּסִ֙פוּ֙ לַעֲרֹ֣ךְ מִלְחָמָ֔ה בַּמָּק֕וֹם אֲשֶׁר־עָ֥רְכוּ שָׁ֖ם בַּיּ֥וֹם הָרִאשֽׁוֹן׃
AT ebraico
20,23 וַיַּעֲל֣וּ בְנֵֽי־יִשְׂרָאֵ֗ל וַיִּבְכּ֣וּ לִפְנֵֽי־יְהוָה֮ עַד־הָעֶרֶב֒ וַיִּשְׁאֲל֤וּ בַֽיהוָה֙ לֵאמֹ֔ר הַאוֹסִ֗יף לָגֶ֙שֶׁת֙ לַמִּלְחָמָ֔ה עִם־בְּנֵ֥י בִנְיָמִ֖ן אָחִ֑י וַיֹּ֥אמֶר יְהוָ֖ה עֲל֥וּ אֵלָֽיו׃ פ
AT greco
GdcB20,23καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτούς
GdcA20,23καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτόν
AT ebraico
20,25 וַיֵּצֵא֩ בִנְיָמִ֨ן ׀ לִקְרָאתָ֥ם ׀ מִֽן־הַגִּבְעָה֮ בַּיּ֣וֹם הַשֵּׁנִי֒ וַיַּשְׁחִיתוּ֩ בִבְנֵ֨י יִשְׂרָאֵ֜ל ע֗וֹד שְׁמֹנַ֨ת עָשָׂ֥ר אֶ֛לֶף אִ֖ישׁ אָ֑רְצָה כָּל־אֵ֖לֶּה שֹׁ֥לְפֵי חָֽרֶב׃
AT greco
GdcB20,25καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἕλκοντες ῥομφαίαν
GdcA20,25καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν
AT ebraico
20,26 וַיַּעֲל֣וּ כָל־בְּנֵי֩ יִשְׂרָאֵ֨ל וְכָל־הָעָ֜ם וַיָּבֹ֣אוּ בֵֽית־אֵ֗ל וַיִּבְכּוּ֙ וַיֵּ֤שְׁבוּ שָׁם֙ לִפְנֵ֣י יְהוָ֔ה וַיָּצ֥וּמוּ בַיּוֹם־הַה֖וּא עַד־הָעָ֑רֶב וַֽיַּעֲל֛וּ עֹל֥וֹת וּשְׁלָמִ֖ים לִפְנֵ֥י יְהוָֽה׃
AT greco
GdcB20,26καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου
GdcA20,26καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου
AT ebraico
20,28 וּ֠פִינְחָס בֶּן־אֶלְעָזָ֨ר בֶּֽן־אַהֲרֹ֜ן עֹמֵ֣ד ׀ לְפָנָ֗יו בַּיָּמִ֣ים הָהֵם֮ לֵאמֹר֒ הַאוֹסִ֨ף ע֜וֹד לָצֵ֧את לַמִּלְחָמָ֛ה עִם־בְּנֵֽי־בִנְיָמִ֥ן אָחִ֖י אִם־אֶחְדָּ֑ל וַיֹּ֤אמֶר יְהוָה֙ עֲל֔וּ כִּ֥י מָחָ֖ר אֶתְּנֶ֥נּוּ בְיָדֶֽךָ׃
AT greco
GdcB20,28καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν
GdcA20,28καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου
AT ebraico
20,30 וַיַּעֲל֧וּ בְנֵֽי־יִשְׂרָאֵ֛ל אֶל־בְּנֵ֥י בִנְיָמִ֖ן בַּיּ֣וֹם הַשְּׁלִישִׁ֑י וַיַּעַרְכ֥וּ אֶל־הַגִּבְעָ֖ה כְּפַ֥עַם בְּפָֽעַם׃
AT ebraico
20,31 וַיֵּצְא֤וּ בְנֵֽי־בִנְיָמִן֙ לִקְרַ֣את הָעָ֔ם הָנְתְּק֖וּ מִן־הָעִ֑יר וַיָּחֵ֡לּוּ לְהַכּוֹת֩ מֵהָעָ֨ם חֲלָלִ֜ים כְּפַ֣עַם ׀ בְּפַ֗עַם בַּֽמְסִלּוֹת֙ אֲשֶׁ֨ר אַחַ֜ת עֹלָ֣ה בֵֽית־אֵ֗ל וְאַחַ֤ת גִּבְעָ֙תָה֙ בַּשָּׂדֶ֔ה כִּשְׁלֹשִׁ֥ים אִ֖ישׁ בְּיִשְׂרָאֵֽל׃
AT greco
GdcB20,31καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρῷ ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ
GdcA20,31καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ισραηλ
AT ebraico
20,32 וַיֹּֽאמְרוּ֙ בְּנֵ֣י בִנְיָמִ֔ן נִגָּפִ֥ים הֵ֛ם לְפָנֵ֖ינוּ כְּבָרִאשֹׁנָ֑ה וּבְנֵ֧י יִשְׂרָאֵ֣ל אָמְר֗וּ נָנ֙וּסָה֙ וּֽנְתַקְּנֻ֔הוּ מִן־הָעִ֖יר אֶל־הַֽמְסִלּֽוֹת׃
AT greco
GdcB20,32καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον καὶ οἱ υἱοὶ Ισραηλ εἶπον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως
GdcA20,32καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς
AT ebraico
20,33 וְכֹ֣ל ׀ אִ֣ישׁ יִשְׂרָאֵ֗ל קָ֚מוּ מִמְּקוֹמ֔וֹ וַיַּעַרְכ֖וּ בְּבַ֣עַל תָּמָ֑ר וְאֹרֵ֧ב יִשְׂרָאֵ֛ל מֵגִ֥יחַ מִמְּקֹמ֖וֹ מִמַּֽעֲרֵה־גָֽבַע׃
AT greco
GdcB20,33καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ συνῆψαν ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μααραγαβε
GdcA20,33καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα
AT ebraico
20,34 וַיָּבֹאוּ֩ מִנֶּ֨גֶד לַגִּבְעָ֜ה עֲשֶׂרֶת֩ אֲלָפִ֨ים אִ֤ישׁ בָּחוּר֙ מִכָּל־יִשְׂרָאֵ֔ל וְהַמִּלְחָמָ֖ה כָּבֵ֑דָה וְהֵם֙ לֹ֣א יָדְע֔וּ כִּֽי־נֹגַ֥עַת עֲלֵיהֶ֖ם הָרָעָֽה׃ פ
AT greco
GdcB20,34καὶ ἦλθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρεῖα καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία
GdcA20,34καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ ὁ πόλεμος ἐβαρύνθη καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία
AT ebraico
20,35 וַיִּגֹּ֨ףC,c יְהוָ֥ה ׀ אֶֽת־בִּנְיָמִן֮ לִפְנֵ֣י יִשְׂרָאֵל֒ וַיַּשְׁחִיתוּ֩ בְנֵ֨י יִשְׂרָאֵ֤ל בְּבִנְיָמִן֙ בַּיּ֣וֹם הַה֔וּא עֶשְׂרִ֨ים וַחֲמִשָּׁ֥ה אֶ֛לֶף וּמֵאָ֖ה אִ֑ישׁ כָּל־אֵ֖לֶּה שֹׁ֥לֵף חָֽרֶב׃
AT greco
GdcB20,35καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱῶν Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ τοῦ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι εἷλκον ῥομφαίαν
GdcA20,35καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι σπώμενοι ῥομφαίαν
AT ebraico
20,36 וַיִּרְא֥וּ בְנֵֽי־בִנְיָמִ֖ן כִּ֣י נִגָּ֑פוּ וַיִּתְּנ֨וּ אִֽישׁ־יִשְׂרָאֵ֤ל מָקוֹם֙ לְבִנְיָמִ֔ן כִּ֤י בָֽטְחוּ֙ אֶל־הָ֣אֹרֵ֔ב אֲשֶׁר שָׂ֖מוּ אֶל־הַגִּבְעָֽה׃
AT ebraico
20,37 וְהָאֹרֵ֣ב הֵחִ֔ישׁוּ וַֽיִּפְשְׁט֖וּ אֶל־הַגִּבְעָ֑ה וַיִּמְשֹׁךְ֙ הָאֹרֵ֔ב וַיַּ֥ךְ אֶת־כָּל־הָעִ֖יר לְפִי־חָֽרֶב׃
AT ebraico
20,38 וְהַמּוֹעֵ֗ד הָיָ֛ה לְאִ֥ישׁ יִשְׂרָאֵ֖ל עִם־הָאֹרֵ֑ב הֶ֕רֶב לְהַעֲלוֹתָ֛ם מַשְׂאַ֥ת הֶעָשָׁ֖ן מִן־הָעִֽיר׃
AT ebraico
20,39 וַיַּהֲפֹ֥ךְ אִֽישׁ־יִשְׂרָאֵ֖ל בַּמִּלְחָמָ֑ה וּבִנְיָמִ֡ן הֵחֵל֩ לְהַכּ֨וֹת חֲלָלִ֤ים בְּאִֽישׁ־יִשְׂרָאֵל֙ כִּשְׁלֹשִׁ֣ים אִ֔ישׁ כִּ֣י אָמְר֔וּ אַךְ֩ נִגּ֨וֹף נִגָּ֥ף הוּא֙ לְפָנֵ֔ינוּ כַּמִּלְחָמָ֖ה הָרִאשֹׁנָֽה׃
AT greco
GdcB20,39καὶ εἶδον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τῇ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἶπαν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη
GdcA20,39καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας ὅτι εἶπαν πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν
AT ebraico
20,40 וְהַמַּשְׂאֵ֗ת הֵחֵ֛לָּה לַעֲל֥וֹת מִן־הָעִ֖יר עַמּ֣וּד עָשָׁ֑ן וַיִּ֤פֶן בִּנְיָמִן֙ אַחֲרָ֔יו וְהִנֵּ֛ה עָלָ֥ה כְלִיל־הָעִ֖יר הַשָּׁמָֽיְמָה׃
AT greco
GdcB20,40καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ
GdcA20,40καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν
AT ebraico
20,41 וְאִ֤ישׁ יִשְׂרָאֵל֙ הָפַ֔ךְ וַיִּבָּהֵ֖ל אִ֣ישׁ בִּנְיָמִ֑ן כִּ֣י רָאָ֔ה כִּֽי־נָגְעָ֥ה עָלָ֖יו הָרָעָֽה׃
AT ebraico
20,42 וַיִּפְנ֞וּ לִפְנֵ֨י אִ֤ישׁ יִשְׂרָאֵל֙ אֶל־דֶּ֣רֶךְ הַמִּדְבָּ֔ר וְהַמִּלְחָמָ֖ה הִדְבִּיקָ֑תְהוּ וַאֲשֶׁר֙ מֵהֶ֣עָרִ֔ים מַשְׁחִיתִ֥ים אוֹת֖וֹ בְּתוֹכֽוֹ׃
AT greco
GdcB20,42καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ’ αὐτούς καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν
GdcA20,42καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν
AT ebraico
20,43 כִּתְּר֤וּ אֶת־בִּנְיָמִן֙ הִרְדִיפֻ֔הוּ מְנוּחָ֖ה הִדְרִיכֻ֑הוּ עַ֛ד נֹ֥כַח הַגִּבְעָ֖ה מִמִּזְרַח־שָֽׁמֶשׁ׃
AT ebraico
20,44 וַֽיִּפְּלוּ֙ מִבִּנְיָמִ֔ן שְׁמֹנָֽה־עָשָׂ֥ר אֶ֖לֶף אִ֑ישׁ אֶת־כָּל־אֵ֖לֶּה אַנְשֵׁי־חָֽיִל׃
AT ebraico
20,45 וַיִּפְנ֞וּ וַיָּנֻ֤סוּ הַמִּדְבָּ֙רָה֙ אֶל־סֶ֣לַע הָֽרִמּ֔וֹן וַיְעֹֽלְלֻ֙הוּ֙ בַּֽמְסִלּ֔וֹת חֲמֵ֥שֶׁת אֲלָפִ֖ים אִ֑ישׁ וַיַּדְבִּ֤יקוּ אַחֲרָיו֙ עַד־גִּדְעֹ֔ם וַיַּכּ֥וּ מִמֶּ֖נּוּ אַלְפַּ֥יִם אִֽישׁ׃
AT greco
GdcB20,45καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
GdcA20,45καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
AT ebraico
20,46 וַיְהִי֩ כָל־הַנֹּ֨פְלִ֜ים מִבִּנְיָמִ֗ן עֶשְׂרִים֩ וַחֲמִשָּׁ֨ה אֶ֥לֶף אִ֛ישׁ שֹׁ֥לֵֽף חֶ֖רֶב בַּיּ֣וֹם הַה֑וּא אֶֽת־כָּל־אֵ֖לֶּה אַנְשֵׁי־חָֽיִל׃
AT greco
GdcB20,46καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως
GdcA20,46καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί
AT ebraico
20,47 וַיִּפְנ֞וּ וַיָּנֻ֤סוּ הַמִּדְבָּ֙רָה֙ אֶל־סֶ֣לַע הָֽרִמּ֔וֹן שֵׁ֥שׁ מֵא֖וֹת אִ֑ישׁ וַיֵּֽשְׁבוּ֙ בְּסֶ֣לַע רִמּ֔וֹן אַרְבָּעָ֖ה חֳדָשִֽׁים׃
AT ebraico
20,48 וְאִ֨ישׁ יִשְׂרָאֵ֜ל שָׁ֣בוּ אֶל־בְּנֵ֤י בִנְיָמִן֙ וַיַּכּ֣וּם לְפִי־חֶ֔רֶב מֵעִ֤יר מְתֹם֙ עַד־בְּהֵמָ֔ה עַ֖ד כָּל־הַנִּמְצָ֑א גַּ֛ם כָּל־הֶעָרִ֥ים הַנִּמְצָא֖וֹת שִׁלְּח֥וּ בָאֵֽשׁ׃ פ
AT greco
GdcB20,48καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί
GdcA20,48καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί